Free Stuff - Hotclips Funny Clips & more! - Health News

Webmasters, increase productivity, download the whole site in zip files.
Database size
Public: 874.98 Megs.
Premium Members: 4.584 Gig.
Message Boards

Greek New Testament Index
John
Prev  Next
KJV  Greek Latin 

John

Chapter 2

2:1 καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν κανὰ τῆς γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ἰησοῦ ἐκεῖ·

2:2 ἐκλήθη δὲ καὶ ὁ ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.

2:3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ ἰησοῦ πρὸς αὐτόν, οἶνον οὐκ ἔχουσιν.

2:4 [καὶ] λέγει αὐτῇ ὁ ἰησοῦς, τί ἐμοὶ καὶ σοί, γύναι οὔπω ἥκει ἡ ὥρα μου.

2:5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.

2:6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.

2:7 λέγει αὐτοῖς ὁ ἰησοῦς, γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.

2:8 καὶ λέγει αὐτοῖς, ἀντλήσατε νῦν καὶ φέρετε τῶ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν.

2:9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος

2:10 καὶ λέγει αὐτῶ, πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.

2:11 ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ ἰησοῦς ἐν κανὰ τῆς γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

2:12 μετὰ τοῦτο κατέβη εἰς καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

2:13 καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβη εἰς ἱεροσόλυμα ὁ ἰησοῦς.

2:14 καὶ εὖρεν ἐν τῶ ἱερῶ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,

2:15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν,

2:16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.

2:17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.

2:18 ἀπεκρίθησαν οὗν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῶ, τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς

2:19 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

2:20 εἶπαν οὗν οἱ ἰουδαῖοι, τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὖτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν

2:21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

2:22 ὅτε οὗν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῶ λόγῳ ὃν εἶπεν ὁ ἰησοῦς.

2:23 ὡς δὲ ἦν ἐν τοῖς ἱεροσολύμοις ἐν τῶ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·

2:24 αὐτὸς δὲ ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,

2:25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῶ ἀνθρώπῳ.


Next: John 3

Profiting from the Public Domain - Sonic Page Blaster

Encyclopedia - Books - Religion - Message Boards - Links - Home
Wikipedia content is licensed under the GNU Free Documentation License.

Credit Cards - Mortgages - Wester Union - Loans - Loans